„Iż ono napominanie za wdzięczne przyjął, że też więtszą pilność okazując, dobrowolnie do was przyszedł.”

Biblia Brzeska: 2 List św. Pawła do Koryntian 8,17

Textus Receptus NT
Księga: Dzieje Apostolskie 2:1

2:1
και εν τω συμπληρουσθαι την ημεραν της πεντηκοστης ησαν απαντες ομοθυμαδον επι το αυτο
2:2
και εγενετο αφνω εκ του ουρανου ηχος ωσπερ φερομενης πνοης βιαιας και επληρωσεν ολον τον οικον ου ησαν καθημενοι
2:3
και ωφθησαν αυτοις διαμεριζομεναι γλωσσαι ωσει πυρος εκαθισεν τε εφ ενα εκαστον αυτων
2:4
και επλησθησαν απαντες πνευματος αγιου και ηρξαντο λαλειν ετεραις γλωσσαις καθως το πνευμα εδιδου αυτοις αποφθεγγεσθαι
2:5
ησαν δε εν ιερουσαλημ κατοικουντες ιουδαιοι ανδρες ευλαβεις απο παντος εθνους των υπο τον ουρανον
2:6
γενομενης δε της φωνης ταυτης συνηλθεν το πληθος και συνεχυθη οτι ηκουον εις εκαστος τη ιδια διαλεκτω λαλουντων αυτων
2:7
εξισταντο δε παντες και εθαυμαζον λεγοντες προς αλληλους ουκ ιδου παντες ουτοι εισιν οι λαλουντες γαλιλαιοι
2:8
και πως ημεις ακουομεν εκαστος τη ιδια διαλεκτω ημων εν η εγεννηθημεν
2:9
παρθοι και μηδοι και ελαμιται και οι κατοικουντες την μεσοποταμιαν ιουδαιαν τε και καππαδοκιαν ποντον και την ασιαν
2:10
φρυγιαν τε και παμφυλιαν αιγυπτον και τα μερη της λιβυης της κατα κυρηνην και οι επιδημουντες ρωμαιοι ιουδαιοι τε και προσηλυτοι
2:11
κρητες και αραβες ακουομεν λαλουντων αυτων ταις ημετεραις γλωσσαις τα μεγαλεια του θεου
2:12
εξισταντο δε παντες και διηπορουν αλλος προς αλλον λεγοντες τι αν θελοι τουτο ειναι
2:13
ετεροι δε χλευαζοντες ελεγον οτι γλευκους μεμεστωμενοι εισιν
2:14
σταθεις δε πετρος συν τοις ενδεκα επηρεν την φωνην αυτου και απεφθεγξατο αυτοις ανδρες ιουδαιοι και οι κατοικουντες ιερουσαλημ απαντες τουτο υμιν γνωστον εστω και ενωτισασθε τα ρηματα μου
2:15
ου γαρ ως υμεις υπολαμβανετε ουτοι μεθυουσιν εστιν γαρ ωρα τριτη της ημερας
2:16
αλλα τουτο εστιν το ειρημενον δια του προφητου ιωηλ
2:17
και εσται εν ταις εσχαταις ημεραις λεγει ο θεος εκχεω απο του πνευματος μου επι πασαν σαρκα και προφητευσουσιν οι υιοι υμων και αι θυγατερες υμων και οι νεανισκοι υμων ορασεις οψονται και οι πρεσβυτεροι υμων ενυπνια ενυπνιασθησονται
2:18
και γε επι τους δουλους μου και επι τας δουλας μου εν ταις ημεραις εκειναις εκχεω απο του πνευματος μου και προφητευσουσιν
2:19
και δωσω τερατα εν τω ουρανω ανω και σημεια επι της γης κατω αιμα και πυρ και ατμιδα καπνου
2:20
ο ηλιος μεταστραφησεται εις σκοτος και η σεληνη εις αιμα πριν η ελθειν την ημεραν κυριου την μεγαλην και επιφανη
2:21
και εσται πας ος αν επικαλεσηται το ονομα κυριου σωθησεται
2:22
ανδρες ισραηλιται ακουσατε τους λογους τουτους ιησουν τον ναζωραιον ανδρα απο του θεου αποδεδειγμενον εις υμας δυναμεσιν και τερασιν και σημειοις οις εποιησεν δι αυτου ο θεος εν μεσω υμων καθως και αυτοι οιδατε
2:23
τουτον τη ωρισμενη βουλη και προγνωσει του θεου εκδοτον λαβοντες δια χειρων ανομων προσπηξαντες ανειλετε
2:24
ον ο θεος ανεστησεν λυσας τας ωδινας του θανατου καθοτι ουκ ην δυνατον κρατεισθαι αυτον υπ αυτου
2:25
δαβιδ γαρ λεγει εις αυτον προωρωμην τον κυριον ενωπιον μου δια παντος οτι εκ δεξιων μου εστιν ινα μη σαλευθω
2:26
δια τουτο ευφρανθη η καρδια μου και ηγαλλιασατο η γλωσσα μου ετι δε και η σαρξ μου κατασκηνωσει επ ελπιδι
2:27
οτι ουκ εγκαταλειψεις την ψυχην μου εις αδου ουδε δωσεις τον οσιον σου ιδειν διαφθοραν
2:28
εγνωρισας μοι οδους ζωης πληρωσεις με ευφροσυνης μετα του προσωπου σου
2:29
ανδρες αδελφοι εξον ειπειν μετα παρρησιας προς υμας περι του πατριαρχου δαβιδ οτι και ετελευτησεν και εταφη και το μνημα αυτου εστιν εν ημιν αχρι της ημερας ταυτης
2:30
προφητης ουν υπαρχων και ειδως οτι ορκω ωμοσεν αυτω ο θεος εκ καρπου της οσφυος αυτου το κατα σαρκα αναστησειν τον χριστον καθισαι επι του θρονου αυτου
2:31
προιδων ελαλησεν περι της αναστασεως του χριστου οτι ου κατελειφθη η ψυχη αυτου εις αδου ουδε η σαρξ αυτου ειδεν διαφθοραν
2:32
τουτον τον ιησουν ανεστησεν ο θεος ου παντες ημεις εσμεν μαρτυρες
2:33
τη δεξια ουν του θεου υψωθεις την τε επαγγελιαν του αγιου πνευματος λαβων παρα του πατρος εξεχεεν τουτο ο νυν υμεις βλεπετε και ακουετε
2:34
ου γαρ δαβιδ ανεβη εις τους ουρανους λεγει δε αυτος ειπεν ο κυριος τω κυριω μου καθου εκ δεξιων μου
2:35
εως αν θω τους εχθρους σου υποποδιον των ποδων σου
2:36
ασφαλως ουν γινωσκετω πας οικος ισραηλ οτι και κυριον και χριστον αυτον ο θεος εποιησεν τουτον τον ιησουν ον υμεις εσταυρωσατε
2:37
ακουσαντες δε κατενυγησαν τη καρδια ειπον τε προς τον πετρον και τους λοιπους αποστολους τι ποιησομεν ανδρες αδελφοι
2:38
πετρος δε εφη προς αυτους μετανοησατε και βαπτισθητω εκαστος υμων επι τω ονοματι ιησου χριστου εις αφεσιν αμαρτιων και ληψεσθε την δωρεαν του αγιου πνευματος
2:39
υμιν γαρ εστιν η επαγγελια και τοις τεκνοις υμων και πασιν τοις εις μακραν οσους αν προσκαλεσηται κυριος ο θεος ημων
2:40
ετεροις τε λογοις πλειοσιν διεμαρτυρετο και παρεκαλει λεγων σωθητε απο της γενεας της σκολιας ταυτης
2:41
οι μεν ουν ασμενως αποδεξαμενοι τον λογον αυτου εβαπτισθησαν και προσετεθησαν τη ημερα εκεινη ψυχαι ωσει τρισχιλιαι
2:42
ησαν δε προσκαρτερουντες τη διδαχη των αποστολων και τη κοινωνια και τη κλασει του αρτου και ταις προσευχαις
2:43
εγενετο δε παση ψυχη φοβος πολλα τε τερατα και σημεια δια των αποστολων εγινετο
2:44
παντες δε οι πιστευοντες ησαν επι το αυτο και ειχον απαντα κοινα
2:45
και τα κτηματα και τας υπαρξεις επιπρασκον και διεμεριζον αυτα πασιν καθοτι αν τις χρειαν ειχεν
2:46
καθ ημεραν τε προσκαρτερουντες ομοθυμαδον εν τω ιερω κλωντες τε κατ οικον αρτον μετελαμβανον τροφης εν αγαλλιασει και αφελοτητι καρδιας
2:47
αινουντες τον θεον και εχοντες χαριν προς ολον τον λαον ο δε κυριος προσετιθει τους σωζομενους καθ ημεραν τη εκκλησια

Nawigacja

Nie bój się! - Werset na dziś

Wersety o pokoju na 365 dni w roku!

Wyjdź na górę wysoką, zwiastunie dobrej wieści, Syjonie! Podnieś mocno swój głos, zwiastunie dobrej wieści, Jeruzalem! Podnieś, Nie bój się! Mów do miast judzkich: Oto wasz Bóg!
Iz 40:9

W Chrystusie

Kto mówi, że w nim mieszka, powinien sam tak postępować, jak On postępował.
I Jan 2:6

Kim jesteś i co masz w Chrystusie.

Czy wiesz że?

Bóg kazał Eliaszowi iść na wschód i ukryć się nad potokiem Kerit, Eliasz pił wodę z potoku, a kruki na polecenie Boga żywiły go. 1Krol 17:3-4
Eliasz nad potokiem Kerit

Fakty i ciekawostki Biblijne.

Szukaj w dialogach Beta

Pozostaw to pole puste aby wyświetlić wszystkie wypowiedzi tej lub do tej osoby.

BlueLetterBible.org

Np. Jhn 3:16 lub John 3:16 lub glory, heaven, majesty etc.



Warto odwiedzić