„Przetoż mówię: Słuchajcie przedniejsi w Jakóbie, i wodzowie domu Izraelskiego! izali wy nie macie być powiadomi sądu?”

Biblia Gdańska: Micheasz 3,1

Nawigacja

Textus Receptus NT
Księga: List do Rzymian 5:1

5:1
δικαιωθεντες ουν εκ πιστεως ειρηνην εχομεν προς τον θεον δια του κυριου ημων ιησου χριστου
5:2
δι ου και την προσαγωγην εσχηκαμεν τη πιστει εις την χαριν ταυτην εν η εστηκαμεν και καυχωμεθα επ ελπιδι της δοξης του θεου
5:3
ου μονον δε αλλα και καυχωμεθα εν ταις θλιψεσιν ειδοτες οτι η θλιψις υπομονην κατεργαζεται
5:4
η δε υπομονη δοκιμην η δε δοκιμη ελπιδα
5:5
η δε ελπις ου καταισχυνει οτι η αγαπη του θεου εκκεχυται εν ταις καρδιαις ημων δια πνευματος αγιου του δοθεντος ημιν
5:6
ετι γαρ χριστος οντων ημων ασθενων κατα καιρον υπερ ασεβων απεθανεν
5:7
μολις γαρ υπερ δικαιου τις αποθανειται υπερ γαρ του αγαθου ταχα τις και τολμα αποθανειν
5:8
συνιστησιν δε την εαυτου αγαπην εις ημας ο θεος οτι ετι αμαρτωλων οντων ημων χριστος υπερ ημων απεθανεν
5:9
πολλω ουν μαλλον δικαιωθεντες νυν εν τω αιματι αυτου σωθησομεθα δι αυτου απο της οργης
5:10
ει γαρ εχθροι οντες κατηλλαγημεν τω θεω δια του θανατου του υιου αυτου πολλω μαλλον καταλλαγεντες σωθησομεθα εν τη ζωη αυτου
5:11
ου μονον δε αλλα και καυχωμενοι εν τω θεω δια του κυριου ημων ιησου χριστου δι ου νυν την καταλλαγην ελαβομεν
5:12
δια τουτο ωσπερ δι ενος ανθρωπου η αμαρτια εις τον κοσμον εισηλθεν και δια της αμαρτιας ο θανατος και ουτως εις παντας ανθρωπους ο θανατος διηλθεν εφ ω παντες ημαρτον
5:13
αχρι γαρ νομου αμαρτια ην εν κοσμω αμαρτια δε ουκ ελλογειται μη οντος νομου
5:14
αλλ εβασιλευσεν ο θανατος απο αδαμ μεχρι μωσεως και επι τους μη αμαρτησαντας επι τω ομοιωματι της παραβασεως αδαμ ος εστιν τυπος του μελλοντος
5:15
αλλ ουχ ως το παραπτωμα ουτως και το χαρισμα ει γαρ τω του ενος παραπτωματι οι πολλοι απεθανον πολλω μαλλον η χαρις του θεου και η δωρεα εν χαριτι τη του ενος ανθρωπου ιησου χριστου εις τους πολλους επερισσευσεν
5:16
και ουχ ως δι ενος αμαρτησαντος το δωρημα το μεν γαρ κριμα εξ ενος εις κατακριμα το δε χαρισμα εκ πολλων παραπτωματων εις δικαιωμα
5:17
ει γαρ τω του ενος παραπτωματι ο θανατος εβασιλευσεν δια του ενος πολλω μαλλον οι την περισσειαν της χαριτος και της δωρεας της δικαιοσυνης λαμβανοντες εν ζωη βασιλευσουσιν δια του ενος ιησου χριστου
5:18
αρα ουν ως δι ενος παραπτωματος εις παντας ανθρωπους εις κατακριμα ουτως και δι ενος δικαιωματος εις παντας ανθρωπους εις δικαιωσιν ζωης
5:19
ωσπερ γαρ δια της παρακοης του ενος ανθρωπου αμαρτωλοι κατεσταθησαν οι πολλοι ουτως και δια της υπακοης του ενος δικαιοι κατασταθησονται οι πολλοι
5:20
νομος δε παρεισηλθεν ινα πλεοναση το παραπτωμα ου δε επλεονασεν η αμαρτια υπερεπερισσευσεν η χαρις
5:21
ινα ωσπερ εβασιλευσεν η αμαρτια εν τω θανατω ουτως και η χαρις βασιλευση δια δικαιοσυνης εις ζωην αιωνιον δια ιησου χριστου του κυριου ημων

Nawigacja

Nie bój się! - Werset na dziś

Wersety o pokoju na 365 dni w roku!

Tylko nie buntujcie się przeciwko Panu. Nie lękajcie się ludu tej ziemi, będą oni naszym pokarmem; odeszła od nich ich osłona, a Pan jest z nami. Nie bójcie się ich!
IV Mojż 14:9

W Chrystusie

Jak więc przyjęliście Chrystusa Jezusa, Pana, tak w Nim chodźcie ...
Kol 2:6

Kim jesteś i co masz w Chrystusie.

Czy wiesz że?

Paweł wysyłał Tychikusa którego nazywał "ukochanym bratem i wiernym sługą" na różne misję 5 razy (Dz 20:4, Efez 6:21, Kol 4:7, II Tym 4:12, Tyt 3:12).

Fakty i ciekawostki Biblijne.

Szukaj w dialogach Beta

Pozostaw to pole puste aby wyświetlić wszystkie wypowiedzi tej lub do tej osoby.

BlueLetterBible.org

Np. Jhn 3:16 lub John 3:16 lub glory, heaven, majesty etc.



Warto odwiedzić