„A sień więtsza okrągła ze trzech rzędów z kamienia ciosanego a z jednego rzędu z heblowanego cedru; także i w sieni domu PANSKIEGO wnętrznej i w przysionku domu.”

Biblia Jakuba Wujka: 1 Księga Królewska 7,12

Nawigacja

Textus Receptus NT
Księga: List do Kolosan 3:1

3:1
ει ουν συνηγερθητε τω χριστω τα ανω ζητειτε ου ο χριστος εστιν εν δεξια του θεου καθημενος
3:2
τα ανω φρονειτε μη τα επι της γης
3:3
απεθανετε γαρ και η ζωη υμων κεκρυπται συν τω χριστω εν τω θεω
3:4
οταν ο χριστος φανερωθη η ζωη ημων τοτε και υμεις συν αυτω φανερωθησεσθε εν δοξη
3:5
νεκρωσατε ουν τα μελη υμων τα επι της γης πορνειαν ακαθαρσιαν παθος επιθυμιαν κακην και την πλεονεξιαν ητις εστιν ειδωλολατρεια
3:6
δι α ερχεται η οργη του θεου επι τους υιους της απειθειας
3:7
εν οις και υμεις περιεπατησατε ποτε οτε εζητε εν αυτοις
3:8
νυνι δε αποθεσθε και υμεις τα παντα οργην θυμον κακιαν βλασφημιαν αισχρολογιαν εκ του στοματος υμων
3:9
μη ψευδεσθε εις αλληλους απεκδυσαμενοι τον παλαιον ανθρωπον συν ταις πραξεσιν αυτου
3:10
και ενδυσαμενοι τον νεον τον ανακαινουμενον εις επιγνωσιν κατ εικονα του κτισαντος αυτον
3:11
οπου ουκ ενι ελλην και ιουδαιος περιτομη και ακροβυστια βαρβαρος σκυθης δουλος ελευθερος αλλα τα παντα και εν πασιν χριστος
3:12
ενδυσασθε ουν ως εκλεκτοι του θεου αγιοι και ηγαπημενοι σπλαγχνα οικτιρμων χρηστοτητα ταπεινοφροσυνην πραοτητα μακροθυμιαν
3:13
ανεχομενοι αλληλων και χαριζομενοι εαυτοις εαν τις προς τινα εχη μομφην καθως και ο χριστος εχαρισατο υμιν ουτως και υμεις
3:14
επι πασιν δε τουτοις την αγαπην ητις εστιν συνδεσμος της τελειοτητος
3:15
και η ειρηνη του θεου βραβευετω εν ταις καρδιαις υμων εις ην και εκληθητε εν ενι σωματι και ευχαριστοι γινεσθε
3:16
ο λογος του χριστου ενοικειτω εν υμιν πλουσιως εν παση σοφια διδασκοντες και νουθετουντες εαυτους ψαλμοις και υμνοις και ωδαις πνευματικαις εν χαριτι αδοντες εν τη καρδια υμων τω κυριω
3:17
και παν ο τι αν ποιητε εν λογω η εν εργω παντα εν ονοματι κυριου ιησου ευχαριστουντες τω θεω και πατρι δι αυτου
3:18
αι γυναικες υποτασσεσθε τοις ιδιοις ανδρασιν ως ανηκεν εν κυριω
3:19
οι ανδρες αγαπατε τας γυναικας και μη πικραινεσθε προς αυτας
3:20
τα τεκνα υπακουετε τοις γονευσιν κατα παντα τουτο γαρ εστιν ευαρεστον τω κυριω
3:21
οι πατερες μη ερεθιζετε τα τεκνα υμων ινα μη αθυμωσιν
3:22
οι δουλοι υπακουετε κατα παντα τοις κατα σαρκα κυριοις μη εν οφθαλμοδουλειαις ως ανθρωπαρεσκοι αλλ εν απλοτητι καρδιας φοβουμενοι τον θεον
3:23
και παν ο τι εαν ποιητε εκ ψυχης εργαζεσθε ως τω κυριω και ουκ ανθρωποις
3:24
ειδοτες οτι απο κυριου αποληψεσθε την ανταποδοσιν της κληρονομιας τω γαρ κυριω χριστω δουλευετε
3:25
ο δε αδικων κομιειται ο ηδικησεν και ουκ εστιν προσωποληψια

Nawigacja

Nie bój się! - Werset na dziś

Wersety o pokoju na 365 dni w roku!

Tak więc z ufnością możemy mówić: Pan jest pomocnikiem moim, nie będę się lękał; Cóż może mi uczynić człowiek?
Hebr 13:6

W Chrystusie

Byliście bowiem niegdyś ciemnością, a teraz jesteście światłością w Panu. Postępujcie jako dzieci światłości ...
Efez 5:8

Kim jesteś i co masz w Chrystusie.

Czy wiesz że?

Psalmy 9, 10, 25, 34, 37, 111, 112, 119, 145 są psalmami akrostycznymi, w których każda linia zaczyna się od kolejnej litery alfabetu Hebrajskiego.

Fakty i ciekawostki Biblijne.

Szukaj w dialogach Beta

Pozostaw to pole puste aby wyświetlić wszystkie wypowiedzi tej lub do tej osoby.

BlueLetterBible.org

Np. Jhn 3:16 lub John 3:16 lub glory, heaven, majesty etc.



Warto odwiedzić