„nie masz rozumiejącego, nie masz szukającego Boga.”

Biblia Jakuba Wujka: List do Rzymian 3,11

Nawigacja

Textus Receptus NT
Księga: Ewangelia Marka 16:18

16:1
και διαγενομενου του σαββατου μαρια η μαγδαληνη και μαρια η του ιακωβου και σαλωμη ηγορασαν αρωματα ινα ελθουσαι αλειψωσιν αυτον
16:2
και λιαν πρωι της μιας σαββατων ερχονται επι το μνημειον ανατειλαντος του ηλιου
16:3
και ελεγον προς εαυτας τις αποκυλισει ημιν τον λιθον εκ της θυρας του μνημειου
16:4
και αναβλεψασαι θεωρουσιν οτι αποκεκυλισται ο λιθος ην γαρ μεγας σφοδρα
16:5
και εισελθουσαι εις το μνημειον ειδον νεανισκον καθημενον εν τοις δεξιοις περιβεβλημενον στολην λευκην και εξεθαμβηθησαν
16:6
ο δε λεγει αυταις μη εκθαμβεισθε ιησουν ζητειτε τον ναζαρηνον τον εσταυρωμενον ηγερθη ουκ εστιν ωδε ιδε ο τοπος οπου εθηκαν αυτον
16:7
αλλ υπαγετε ειπατε τοις μαθηταις αυτου και τω πετρω οτι προαγει υμας εις την γαλιλαιαν εκει αυτον οψεσθε καθως ειπεν υμιν
16:8
και εξελθουσαι ταχυ εφυγον απο του μνημειου ειχεν δε αυτας τρομος και εκστασις και ουδενι ουδεν ειπον εφοβουντο γαρ
16:9
αναστας δε πρωι πρωτη σαββατου εφανη πρωτον μαρια τη μαγδαληνη αφ ης εκβεβληκει επτα δαιμονια
16:10
εκεινη πορευθεισα απηγγειλεν τοις μετ αυτου γενομενοις πενθουσιν και κλαιουσιν
16:11
κακεινοι ακουσαντες οτι ζη και εθεαθη υπ αυτης ηπιστησαν
16:12
μετα δε ταυτα δυσιν εξ αυτων περιπατουσιν εφανερωθη εν ετερα μορφη πορευομενοις εις αγρον
16:13
κακεινοι απελθοντες απηγγειλαν τοις λοιποις ουδε εκεινοις επιστευσαν
16:14
υστερον ανακειμενοις αυτοις τοις ενδεκα εφανερωθη και ωνειδισεν την απιστιαν αυτων και σκληροκαρδιαν οτι τοις θεασαμενοις αυτον εγηγερμενον ουκ επιστευσαν
16:15
και ειπεν αυτοις πορευθεντες εις τον κοσμον απαντα κηρυξατε το ευαγγελιον παση τη κτισει
16:16
ο πιστευσας και βαπτισθεις σωθησεται ο δε απιστησας κατακριθησεται
16:17
σημεια δε τοις πιστευσασιν ταυτα παρακολουθησει εν τω ονοματι μου δαιμονια εκβαλουσιν γλωσσαις λαλησουσιν καιναις
16:18
οφεις αρουσιν καν θανασιμον τι πιωσιν ου μη αυτους βλαψει επι αρρωστους χειρας επιθησουσιν και καλως εξουσιν
16:19
ο μεν ουν κυριος μετα το λαλησαι αυτοις ανεληφθη εις τον ουρανον και εκαθισεν εκ δεξιων του θεου
16:20
εκεινοι δε εξελθοντες εκηρυξαν πανταχου του κυριου συνεργουντος και τον λογον βεβαιουντος δια των επακολουθουντων σημειων αμην

Nawigacja

Nie bój się! - Werset na dziś

Wersety o pokoju na 365 dni w roku!

Zaiste, wtedy będziesz mógł podnieść oblicze bez zmazy, będziesz mocny i nieustraszony,
Job 11:15

W Chrystusie

Nasza zaś ojczyzna jest w niebie, skąd też Zbawiciela oczekujemy, Pana Jezusa Chrystusa,
Fil 3:20

Kim jesteś i co masz w Chrystusie.

Czy wiesz że?

Po rozbiciu statku Apostoł Paweł i reszta załogi dopłynęli na wyspę Maltę której szefem i naczelnikiem był niejaki Publiusz (Dz 28:1, Dz 28:7).

Fakty i ciekawostki Biblijne.

Szukaj w dialogach Beta

Pozostaw to pole puste aby wyświetlić wszystkie wypowiedzi tej lub do tej osoby.

BlueLetterBible.org

Np. Jhn 3:16 lub John 3:16 lub glory, heaven, majesty etc.



Warto odwiedzić