„Za królów i za wszystkich sprawujących władzę, abyśmy mogli prowadzić życie ciche i spokojne, z całą pobożnością i uczciwością.”

Uwspółcześniona Biblia Gdańska: I List do Tymoteusza 2,2

Nawigacja

Textus Receptus NT
Księga: Ewangelia Jana 1:4

1:1
εν αρχη ην ο λογος και ο λογος ην προς τον θεον και θεος ην ο λογος
1:2
ουτος ην εν αρχη προς τον θεον
1:3
παντα δι αυτου εγενετο και χωρις αυτου εγενετο ουδε εν ο γεγονεν
1:4
εν αυτω ζωη ην και η ζωη ην το φως των ανθρωπων
1:5
και το φως εν τη σκοτια φαινει και η σκοτια αυτο ου κατελαβεν
1:6
εγενετο ανθρωπος απεσταλμενος παρα θεου ονομα αυτω ιωαννης
1:7
ουτος ηλθεν εις μαρτυριαν ινα μαρτυρηση περι του φωτος ινα παντες πιστευσωσιν δι αυτου
1:8
ουκ ην εκεινος το φως αλλ ινα μαρτυρηση περι του φωτος
1:9
ην το φως το αληθινον ο φωτιζει παντα ανθρωπον ερχομενον εις τον κοσμον
1:10
εν τω κοσμω ην και ο κοσμος δι αυτου εγενετο και ο κοσμος αυτον ουκ εγνω
1:11
εις τα ιδια ηλθεν και οι ιδιοι αυτον ου παρελαβον
1:12
οσοι δε ελαβον αυτον εδωκεν αυτοις εξουσιαν τεκνα θεου γενεσθαι τοις πιστευουσιν εις το ονομα αυτου
1:13
οι ουκ εξ αιματων ουδε εκ θεληματος σαρκος ουδε εκ θεληματος ανδρος αλλ εκ θεου εγεννηθησαν
1:14
και ο λογος σαρξ εγενετο και εσκηνωσεν εν ημιν και εθεασαμεθα την δοξαν αυτου δοξαν ως μονογενους παρα πατρος πληρης χαριτος και αληθειας
1:15
ιωαννης μαρτυρει περι αυτου και κεκραγεν λεγων ουτος ην ον ειπον ο οπισω μου ερχομενος εμπροσθεν μου γεγονεν οτι πρωτος μου ην
1:16
και εκ του πληρωματος αυτου ημεις παντες ελαβομεν και χαριν αντι χαριτος
1:17
οτι ο νομος δια μωσεως εδοθη η χαρις και η αληθεια δια ιησου χριστου εγενετο
1:18
θεον ουδεις εωρακεν πωποτε ο μονογενης υιος ο ων εις τον κολπον του πατρος εκεινος εξηγησατο
1:19
και αυτη εστιν η μαρτυρια του ιωαννου οτε απεστειλαν οι ιουδαιοι εξ ιεροσολυμων ιερεις και λευιτας ινα ερωτησωσιν αυτον συ τις ει
1:20
και ωμολογησεν και ουκ ηρνησατο και ωμολογησεν οτι ουκ ειμι εγω ο χριστος
1:21
και ηρωτησαν αυτον τι ουν ηλιας ει συ και λεγει ουκ ειμι ο προφητης ει συ και απεκριθη ου
1:22
ειπον ουν αυτω τις ει ινα αποκρισιν δωμεν τοις πεμψασιν ημας τι λεγεις περι σεαυτου
1:23
εφη εγω φωνη βοωντος εν τη ερημω ευθυνατε την οδον κυριου καθως ειπεν ησαιας ο προφητης
1:24
και οι απεσταλμενοι ησαν εκ των φαρισαιων
1:25
και ηρωτησαν αυτον και ειπον αυτω τι ουν βαπτιζεις ει συ ουκ ει ο χριστος ουτε ηλιας ουτε ο προφητης
1:26
απεκριθη αυτοις ο ιωαννης λεγων εγω βαπτιζω εν υδατι μεσος δε υμων εστηκεν ον υμεις ουκ οιδατε
1:27
αυτος εστιν ο οπισω μου ερχομενος ος εμπροσθεν μου γεγονεν ου εγω ουκ ειμι αξιος ινα λυσω αυτου τον ιμαντα του υποδηματος
1:28
ταυτα εν βηθαβαρα εγενετο περαν του ιορδανου οπου ην ιωαννης βαπτιζων
1:29
τη επαυριον βλεπει ο ιωαννης τον ιησουν ερχομενον προς αυτον και λεγει ιδε ο αμνος του θεου ο αιρων την αμαρτιαν του κοσμου
1:30
ουτος εστιν περι ου εγω ειπον οπισω μου ερχεται ανηρ ος εμπροσθεν μου γεγονεν οτι πρωτος μου ην
1:31
καγω ουκ ηδειν αυτον αλλ ινα φανερωθη τω ισραηλ δια τουτο ηλθον εγω εν τω υδατι βαπτιζων
1:32
και εμαρτυρησεν ιωαννης λεγων οτι τεθεαμαι το πνευμα καταβαινον ωσει περιστεραν εξ ουρανου και εμεινεν επ αυτον
1:33
καγω ουκ ηδειν αυτον αλλ ο πεμψας με βαπτιζειν εν υδατι εκεινος μοι ειπεν εφ ον αν ιδης το πνευμα καταβαινον και μενον επ αυτον ουτος εστιν ο βαπτιζων εν πνευματι αγιω
1:34
καγω εωρακα και μεμαρτυρηκα οτι ουτος εστιν ο υιος του θεου
1:35
τη επαυριον παλιν ειστηκει ο ιωαννης και εκ των μαθητων αυτου δυο
1:36
και εμβλεψας τω ιησου περιπατουντι λεγει ιδε ο αμνος του θεου
1:37
και ηκουσαν αυτου οι δυο μαθηται λαλουντος και ηκολουθησαν τω ιησου
1:38
στραφεις δε ο ιησους και θεασαμενος αυτους ακολουθουντας λεγει αυτοις τι ζητειτε οι δε ειπον αυτω ραββι ο λεγεται ερμηνευομενον διδασκαλε που μενεις
1:39
λεγει αυτοις ερχεσθε και ιδετε ηλθον και ειδον που μενει και παρ αυτω εμειναν την ημεραν εκεινην ωρα δε ην ως δεκατη
1:40
ην ανδρεας ο αδελφος σιμωνος πετρου εις εκ των δυο των ακουσαντων παρα ιωαννου και ακολουθησαντων αυτω
1:41
ευρισκει ουτος πρωτος τον αδελφον τον ιδιον σιμωνα και λεγει αυτω ευρηκαμεν τον μεσσιαν ο εστιν μεθερμηνευομενον ο χριστος
1:42
και ηγαγεν αυτον προς τον ιησουν εμβλεψας δε αυτω ο ιησους ειπεν συ ει σιμων ο υιος ιωνα συ κληθηση κηφας ο ερμηνευεται πετρος
1:43
τη επαυριον ηθελησεν ο ιησους εξελθειν εις την γαλιλαιαν και ευρισκει φιλιππον και λεγει αυτω ακολουθει μοι
1:44
ην δε ο φιλιππος απο βηθσαιδα εκ της πολεως ανδρεου και πετρου
1:45
ευρισκει φιλιππος τον ναθαναηλ και λεγει αυτω ον εγραψεν μωσης εν τω νομω και οι προφηται ευρηκαμεν ιησουν τον υιον του ιωσηφ τον απο ναζαρετ ναζαρεθ
1:46
και ειπεν αυτω ναθαναηλ εκ ναζαρετ ναζαρεθ δυναται τι αγαθον ειναι λεγει αυτω φιλιππος ερχου και ιδε
1:47
ειδεν ο ιησους τον ναθαναηλ ερχομενον προς αυτον και λεγει περι αυτου ιδε αληθως ισραηλιτης εν ω δολος ουκ εστιν
1:48
λεγει αυτω ναθαναηλ ποθεν με γινωσκεις απεκριθη ο ιησους και ειπεν αυτω προ του σε φιλιππον φωνησαι οντα υπο την συκην ειδον σε
1:49
απεκριθη ναθαναηλ και λεγει αυτω ραββι συ ει ο υιος του θεου συ ει ο βασιλευς του ισραηλ
1:50
απεκριθη ιησους και ειπεν αυτω οτι ειπον σοι ειδον σε υποκατω της συκης πιστευεις μειζω τουτων οψει
1:51
και λεγει αυτω αμην αμην λεγω υμιν απ αρτι οψεσθε τον ουρανον ανεωγοτα και τους αγγελους του θεου αναβαινοντας και καταβαινοντας επι τον υιον του ανθρωπου

Nawigacja

Nie bój się! - Werset na dziś

Wersety o pokoju na 365 dni w roku!

I rzekł Pan do mnie: Nie bój się go, gdyż wydałem go w twoją rękę wraz z całym jego ludem i jego ziemią. Postąpisz z nim tak, jak postąpiłeś z Sychonem, królem amorejskim, mieszkającym w Cheszbonie.
V Mojż 3:2

W Chrystusie

Chrystus wyzwolił nas, abyśmy w tej wolności żyli. Stójcie więc niezachwianie i nie poddawajcie się znowu pod jarzmo niewoli.
Gal 5:1

Kim jesteś i co masz w Chrystusie.

Czy wiesz że?

Dzieje Apostolskie wspominają (Dz 19:23-41) o wielkich rozruchach jakie miały miejsce w Efezie. Najwidoczniej zaczęły się one niewinnie ale wkrótce "napełniło się całe miasto wrzawą" (Dz 19:29). Najzabawniejsze jest jednak to że werset 32 mówi o tym iż większość zgromadzonych tam ludzi nie wiedziało dlaczego się tam znajduje i z jakiego powodu krzyczy razem z tłumem.

Fakty i ciekawostki Biblijne.

Szukaj w dialogach Beta

Pozostaw to pole puste aby wyświetlić wszystkie wypowiedzi tej lub do tej osoby.

BlueLetterBible.org

Np. Jhn 3:16 lub John 3:16 lub glory, heaven, majesty etc.



Warto odwiedzić