„A złożył go król Egipski, przyjachawszy do Jeruzalem, i założył winę na ziemię sto talentów srebra i talent złota.”

Biblia Jakuba Wujka: 2 Księga Kronik 36,3

Nawigacja

Textus Receptus NT
Księga: 2 List do Tymoteusza 4:19

4:1
διαμαρτυρομαι ουν εγω ενωπιον του θεου και του κυριου ιησου χριστου του μελλοντος κρινειν ζωντας και νεκρους κατα την επιφανειαν αυτου και την βασιλειαν αυτου
4:2
κηρυξον τον λογον επιστηθι ευκαιρως ακαιρως ελεγξον επιτιμησον παρακαλεσον εν παση μακροθυμια και διδαχη
4:3
εσται γαρ καιρος οτε της υγιαινουσης διδασκαλιας ουκ ανεξονται αλλα κατα τας επιθυμιας τας ιδιας εαυτοις επισωρευσουσιν διδασκαλους κνηθομενοι την ακοην
4:4
και απο μεν της αληθειας την ακοην αποστρεψουσιν επι δε τους μυθους εκτραπησονται
4:5
συ δε νηφε εν πασιν κακοπαθησον εργον ποιησον ευαγγελιστου την διακονιαν σου πληροφορησον
4:6
εγω γαρ ηδη σπενδομαι και ο καιρος της εμης αναλυσεως εφεστηκεν
4:7
τον αγωνα τον καλον ηγωνισμαι τον δρομον τετελεκα την πιστιν τετηρηκα
4:8
λοιπον αποκειται μοι ο της δικαιοσυνης στεφανος ον αποδωσει μοι ο κυριος εν εκεινη τη ημερα ο δικαιος κριτης ου μονον δε εμοι αλλα και πασιν τοις ηγαπηκοσιν την επιφανειαν αυτου
4:9
σπουδασον ελθειν προς με ταχεως
4:10
δημας γαρ με εγκατελιπεν αγαπησας τον νυν αιωνα και επορευθη εις θεσσαλονικην κρησκης εις γαλατιαν τιτος εις δαλματιαν
4:11
λουκας εστιν μονος μετ εμου μαρκον αναλαβων αγε μετα σεαυτου εστιν γαρ μοι ευχρηστος εις διακονιαν
4:12
τυχικον δε απεστειλα εις εφεσον
4:13
τον φαιλονην φελονην ον απελιπον εν τρωαδι παρα καρπω ερχομενος φερε και τα βιβλια μαλιστα τας μεμβρανας
4:14
αλεξανδρος ο χαλκευς πολλα μοι κακα ενεδειξατο αποδωη αυτω ο κυριος κατα τα εργα αυτου
4:15
ον και συ φυλασσου λιαν γαρ ανθεστηκεν τοις ημετεροις λογοις
4:16
εν τη πρωτη μου απολογια ουδεις μοι συμπαρεγενετο αλλα παντες με εγκατελιπον μη αυτοις λογισθειη
4:17
ο δε κυριος μοι παρεστη και ενεδυναμωσεν με ινα δι εμου το κηρυγμα πληροφορηθη και ακουση παντα τα εθνη και ερρυσθην εκ στοματος λεοντος
4:18
και ρυσεται με ο κυριος απο παντος εργου πονηρου και σωσει εις την βασιλειαν αυτου την επουρανιον ω η δοξα εις τους αιωνας των αιωνων αμην
4:19
ασπασαι πρισκαν και ακυλαν και τον ονησιφορου οικον
4:20
εραστος εμεινεν εν κορινθω τροφιμον δε απελιπον εν μιλητω ασθενουντα
4:21
σπουδασον προ χειμωνος ελθειν ασπαζεται σε ευβουλος και πουδης και λινος και κλαυδια και οι αδελφοι παντες
4:22
ο κυριος ιησους χριστος μετα του πνευματος σου η χαρις μεθ υμων αμην [προς τιμοθεον δευτερα της εφεσιων εκκλησιας πρωτον επισκοπον χειροτονηθεντα εγραφη απο ρωμης οτε εκ δευτερου παρεστη παυλος τω καισαρι νερωνι]

Nawigacja

Nie bój się! - Werset na dziś

Wersety o pokoju na 365 dni w roku!

Wyjdź na górę wysoką, zwiastunie dobrej wieści, Syjonie! Podnieś mocno swój głos, zwiastunie dobrej wieści, Jeruzalem! Podnieś, Nie bój się! Mów do miast judzkich: Oto wasz Bóg!
Iz 40:9

W Chrystusie

W którym mamy odkupienie, odpuszczenie grzechów.
Kol 1:14

Kim jesteś i co masz w Chrystusie.

Czy wiesz że?

Jezus uczynił ponad 30 cudów w Ewangeliach.

Fakty i ciekawostki Biblijne.

Szukaj w dialogach Beta

Pozostaw to pole puste aby wyświetlić wszystkie wypowiedzi tej lub do tej osoby.

BlueLetterBible.org

Np. Jhn 3:16 lub John 3:16 lub glory, heaven, majesty etc.



Warto odwiedzić