„Wyprowadzają władczynię jako jeńca, zabierają jej służebne; te łkają jak gołębie i biją się w piersi.”

Biblia Warszawska: Księga Nahuma 2,8

Nawigacja

Textus Receptus NT
Księga: 2 List do Koryntian 5:12

5:1
οιδαμεν γαρ οτι εαν η επιγειος ημων οικια του σκηνους καταλυθη οικοδομην εκ θεου εχομεν οικιαν αχειροποιητον αιωνιον εν τοις ουρανοις
5:2
και γαρ εν τουτω στεναζομεν το οικητηριον ημων το εξ ουρανου επενδυσασθαι επιποθουντες
5:3
ειγε και ενδυσαμενοι ου γυμνοι ευρεθησομεθα
5:4
και γαρ οι οντες εν τω σκηνει στεναζομεν βαρουμενοι επειδη εφ ω ου θελομεν εκδυσασθαι αλλ επενδυσασθαι ινα καταποθη το θνητον υπο της ζωης
5:5
ο δε κατεργασαμενος ημας εις αυτο τουτο θεος ο και δους ημιν τον αρραβωνα του πνευματος
5:6
θαρρουντες ουν παντοτε και ειδοτες οτι ενδημουντες εν τω σωματι εκδημουμεν απο του κυριου
5:7
δια πιστεως γαρ περιπατουμεν ου δια ειδους
5:8
θαρρουμεν δε και ευδοκουμεν μαλλον εκδημησαι εκ του σωματος και ενδημησαι προς τον κυριον
5:9
διο και φιλοτιμουμεθα ειτε ενδημουντες ειτε εκδημουντες ευαρεστοι αυτω ειναι
5:10
τους γαρ παντας ημας φανερωθηναι δει εμπροσθεν του βηματος του χριστου ινα κομισηται εκαστος τα δια του σωματος προς α επραξεν ειτε αγαθον ειτε κακον
5:11
ειδοτες ουν τον φοβον του κυριου ανθρωπους πειθομεν θεω δε πεφανερωμεθα ελπιζω δε και εν ταις συνειδησεσιν υμων πεφανερωσθαι
5:12
ου γαρ παλιν εαυτους συνιστανομεν υμιν αλλα αφορμην διδοντες υμιν καυχηματος υπερ ημων ινα εχητε προς τους εν προσωπω καυχωμενους και ου καρδια
5:13
ειτε γαρ εξεστημεν θεω ειτε σωφρονουμεν υμιν
5:14
η γαρ αγαπη του χριστου συνεχει ημας κριναντας τουτο οτι ει εις υπερ παντων απεθανεν αρα οι παντες απεθανον
5:15
και υπερ παντων απεθανεν ινα οι ζωντες μηκετι εαυτοις ζωσιν αλλα τω υπερ αυτων αποθανοντι και εγερθεντι
5:16
ωστε ημεις απο του νυν ουδενα οιδαμεν κατα σαρκα ει δε και εγνωκαμεν κατα σαρκα χριστον αλλα νυν ουκετι γινωσκομεν
5:17
ωστε ει τις εν χριστω καινη κτισις τα αρχαια παρηλθεν ιδου γεγονεν καινα τα παντα
5:18
τα δε παντα εκ του θεου του καταλλαξαντος ημας εαυτω δια ιησου χριστου και δοντος ημιν την διακονιαν της καταλλαγης
5:19
ως οτι θεος ην εν χριστω κοσμον καταλλασσων εαυτω μη λογιζομενος αυτοις τα παραπτωματα αυτων και θεμενος εν ημιν τον λογον της καταλλαγης
5:20
υπερ χριστου ουν πρεσβευομεν ως του θεου παρακαλουντος δι ημων δεομεθα υπερ χριστου καταλλαγητε τω θεω
5:21
τον γαρ μη γνοντα αμαρτιαν υπερ ημων αμαρτιαν εποιησεν ινα ημεις γινωμεθα δικαιοσυνη θεου εν αυτω

Nawigacja

Nie bój się! - Werset na dziś

Wersety o pokoju na 365 dni w roku!

I rzekł: Nie bój się, mężu miły, pokój ci! Bądź mężny, bądź mężny! A gdy rozmawiał ze mną, poczułem siłę i rzekłem: Niech mówi mój Pan, bo mnie posiliłeś.
Dan 10:19

W Chrystusie

Wy wszyscy bowiem synami światłości jesteście i synami dnia. Nie należymy do nocy ani do ciemności.
I Tes 5:5

Kim jesteś i co masz w Chrystusie.

Czy wiesz że?

Lwy zabiły ludzi w Biblii 4 razy: (I Król 13:23-24, I Król 20:35-36, II Król 17:25-26, Dan 6:24).

Fakty i ciekawostki Biblijne.

Szukaj w dialogach Beta

Pozostaw to pole puste aby wyświetlić wszystkie wypowiedzi tej lub do tej osoby.

BlueLetterBible.org

Np. Jhn 3:16 lub John 3:16 lub glory, heaven, majesty etc.



Warto odwiedzić